Παρασκευή 28 Ιουνίου 2013

ΕΙΣ ΤΗΝ ΜΝΗΜΗΝ ΤΩΝ ΠΡΩΤΟΚΟΡΥΦΑΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ



Σάββατο 29 Ἰουνίου. Ἡ μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων Πέτρου καὶ Παύλου.
Ἡ ἀπόδοσις τῆς ἑορτῆς τῆς Πεντηκοστῆς.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ προσόμοια τῶν ἀποστόλων Ἔδωκας καυχήματα… Ἔδωκας στηρίγματα...Ἔδωκας ὑπόδειγμα…δευτεροῦντες τὸ α΄. Δόξα… τὸ ἰδιόμελον τῶν ἀποστόλων Πέτρε κορυφαῖε…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς Ἐν τοῖς Προφήταις ἀνήγγειλας…Τὸ Φῶς ἱλαρόν…Τὸ προ-κείμενον τῆς ἡμέρας Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον, ψάλλομεν τὰ γ΄ προσόμοια τῶν ἀποστόλων Ἀ-πόστολοι Χριστοῦ Μαθηταί…Τοῦ βίου ἐν τῷ κλύδωνι…Οἱ θεῖοι καὶσεπτοὶ Μαθηταί…Δόξα…Καὶ νῦν…τὸ ιδιόμελον της εορτής Γλῶσσαί ποτέ συνεχύθησαν…Τό Νῦν Ἀπολύεις…Τρισάγιον καὶ τὸ ἀπολυτίκιον τῶν ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι…Δόξα…Καὶ νῦν…τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστέ…Ἀπόλυσις.

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, κανόνα καὶ οἴκους τῆς Θεοτόκου οὐ λέγο-μεν. Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσ-σας συνέχεε

Ἐν τῷ μεγάλῳ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι τὸ Μακάριος ἀνήρ…ὅλον. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ δ΄ ἰδιόμελα τῆς ἑορτῆς Πεντηκοστὴν ἑορτά-ζομεν…Γλώσσαις ἀλλογενῶν…Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον… Εἴδομεν τὸ φῶς τὸ ἀληθινὸν…Εἶτα τὰ γ΄ προσόμοια τῶν ἀποστόλων Ποίοις εὐφημιῶν στέμμασιν…Ποίοις ὑμνῳδιῶν κάλλεσιν…Ποίοις πνευ-ματικοῖς ἄσμασιν…δευτεροῦντες τὸ α΄. Δόξα…τὸ ἰδιόμελον τῶν ἀπο-στόλων Τῷ τριττῷ τῆς ἐρωτήσεως…Καὶ νῦν…τὸ ιδιόμελον της εορτής Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα…Εἴσοδος. Τὸ Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡμέρας Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ…μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ γ΄ ἀναγνώσματα τῶν ἀποστόλων α΄. Ἀδελφοί, Εὐλο-γητὸς ὁ Θεός…(Καθολικής Α΄ Επιστολής Πέτρου τὸ Ἀνάγνωσμα. Κεφ΄. α΄ 3), β΄. Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας…(Καθολικής Α΄ Επι-στολής Πέτρου τὸ Ἀνάγνωσμα. Κεφ΄. α΄ 13), γ΄. Ἀγαπητοί, παρακαλῶ ὑμᾶς…(Καθολικής Α΄ Επιστολης Πέτρου το ἀνάγνωσμα. Κεφ΄. β΄ 11). Εἰς τὴν λιτήν, τὰ ε΄ ἰδιόμελα τῶν ἀποστόλων Δεῦρο δή μοι σήμερον… Τοὺς Μαθητὰς τοῦ Χριστοῦ…Πέτρε κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων… Παῦλε, στόμα Κυρίου…Οἱ τῆς ἄνῳ Ἱερουσαλὴμ πολῖται…Δόξα…τὸ ἰδιό-μελον τῶν ἀποστόλων Ἡ σοφία τοῦ Θεοῦ…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς Ἐν ταῖς αὐλαῖς σου Κύριε…Εἰς τὸν στίχον, τὰ  γ΄ ἰδιόμελα τῆς ἑορτῆς Ἀγνοοῦντα τὰ ἔθνη Κύριε…Κύριε, τοῦ Ἁγίου Πνεύματος…Βα-σιλεῦ οὐράνιε…Δόξα…τὸ ἰδιόμελον τῶν ἀποστόλων Ἑορτὴ χαρμόσυνος Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς Γλῶσσαί ποτε συνεχύθησαν…Τό Νῦνἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυτικὸν τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ ΘεὸςΔόξα…τῶν ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτόθρονοιΚαὶ νῦν…τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ ΘεὸςἩ εὐλόγησις τῶν ἄρτων καὶ ἡ ἀνάγνωσις εἰς τὰς ἐπιστολάς.

Μὴ τελουμένης ἀγρυπνίας, ἐν τῷ ἐσπερινῷ ψάλλομεν ἅπαντα τοῦ μεγάλου ἐσπερινοῦ, καταλιμπανομένου τοῦ μικροῦ. Ἐν τῷ μεσονυ-κτικῷ,ἀναγινώσκομεν τὸ καθ’ ἡμέραν. Εἰς τὸ α΄ τρισάγιον, τὸ ἀπολυ-τίκιον τῶν Ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι...Εἰς δὲ τὸ β΄ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε Εἶτα τὰ λοιπὰ τοῦ μεσονυκτικοῦ.


Ἐν τῷ ὄρθρῳ

Εἰς τὸ Θεὸς Κύριοςτὸ ἀπολυτίκιον τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς…Δόξα…τῶν ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι…Καὶ νῦν…τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ ΘεὸςΕὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν… Καὶ ἀναγινώσκει τὸ Ιστ΄ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλεται τὸ κάθισμα τοῦ Ἀπο-στόλου Πέτρου· Τὸν βυθὸν τῆς ἁλιείας καταλιπὼν…ΔόξαΚαὶ νῦν… τῆς ἑορτῆς Τὴν μεθέορτον πιστοὶ…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Ιζ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλ-λεται τὸ κάθισμα τοῦ Ἀποστόλου Παύλου· Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ…ΔόξαΚαὶ νῦν…τῆς ἑορτῆς Ἥ του Πνεύματος πηγὴ…Εὐθὺς ὁ Πολυέλεος. Μετὰ τὸν πολύέλεον, τὸ κάθισμα τῶν ἀποστόλων Κο-ρυφαίους ὀφθέντας τῶν μαθητῶν ΔόξαΚαὶ νῦν…τῆς ἑορτῆς Μετὰ τὴν ἔγερσιν Χριστὲ…Εἴτα τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου Ἐκ νεότητός μου…Τὸ Προκείμενον Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν…Στίχος Οἱ οὐρανοὶ διη-γοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγελεῖ τὸ στερέωμα…Τὸ Πᾶσα πνοή…Καὶ εὐθὺς ἀναγινώσκεται τὸ ια΄ ἑωθινόν Εὐαγγελίον τοῦ ὄρθρου…Εὐθύς ὁ ν΄ ψαλμὸς χῦμα. Δόξα Ταῖς τῶν Αποστόλων…Καὶ νῦν Ταῖς τῆς Θεοτόκου…Εἰς τὸν στίχον, τὸ ἰδιόμελον τῶν απόστόλων Πέτρε κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων…ὁ ζήτει εἰς τὴν λιτήν.

Εἶτα οἱ κανόνες ὁ α΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν, εἰς γ΄ τροπάρια, ὁ β΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν, εἰς γ΄ τροπάρια, τοῦ Ἀποστόλου Πέτρου, άνευ εἱρμῶν, εἰς δ΄ τροπάρια καὶ του Ἀποστόλου Παύλου, ἄνευ εἱρμῶν, εἰς δ΄ τροπάρια. Λέγομεν δὲ καὶ τοὺς ιβ΄ στίχους ἐξ ἑκάστης ᾠδῆς τῆς στιχολογίας. Μεθ’ ἑκάστην δὲ ᾠδήν, καταβασίαι διπλαῖ, οἱ εἱρμοὶ ἀμ-φοτέρων τῶν κανόνων τῆς ἑορτῆς, ἤτοι· Πόντῳ ἐκάλυψε…καὶ  Θείῳ κα-λυφθείς…Ἀπὸ γ΄ ᾠδῆς, τὸ κοντάκιον τῆς ἑορτῆς Ὅτε καταβὰςκαὶ ὁ οἶκος αὐτῆς Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν…Εὐθὺς τὸ κά-θισμα τῆς ἑορτῆς Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρὰς ἐπλήσθησαν…Δόξα… Καὶ νῦν τὸ αὐτὸ…Ἀφ’ ἕκτης, τὸ κοντάκιον τῶν Ἀποστόλων Τοὺς ἀσ-φαλεῖς καὶ θεοφθόγγους κήρυκας…καὶ ὁ οἶκος αὐτῶν Τράνωσόν μου τὴν γλῶτταν ΣωτὴρἩ τιμιωτέρα οὐ στιχολογείται.  

Ἑξαποστειλάριον τῶν Ἀποστόλων Τῶν Ἀποστόλων ἅπαντες…καὶ τῆς ἑορτῆς Τὸ Πανάγιον Πνεῦμα…Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους Ϟ΄ καὶ ψάλλομεν τὰ γ΄ προσόμοια τῶν Ἀποστόλων Ὁ ἐξ ὑψίστους κληθείς… Ὅ του Ἀνάρχου Πατρὸς Υἱὸς καὶ Λόγος…Σῦ ἐπαξίως πέτρα προσηγο-ρεύθης…Εἶτα τὰ γ΄ ἰδιόμελα τῆς ἑορτῆς Παράδοξα σήμερον…Τὸ Πνεῦμα τὸ Ἅγιον, ἦν μὲν ἀεὶ καί…Τὸ Πνεῦμα τὸ Ἅγιον, φῶς καὶ ζωὴ…Δόξα…τὸ ἰδιόμελον τῶν Ἀποστόλων Ἡ πάνσεπτος τῶν Ἀποστόλων… Καὶ νῦν…τῆς ἑορτῆς Βασιλεῦ οὐράνιε…Δοξολογία μεγάλη. Ἀπολυτίκιον τῶν Ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτοθρόνοι…Δόξα…Καὶ νῦν… τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ ΘεὸςἘκτενής, ἀπολυσις, δίδοται καὶ ἅγιον ἔλαιον τοῖς ἀδελφοῖς, ψαλλομένων τῶν ἰδιομέλων τῶν Ἀπο-στόλων Χριστὸς ἡ πέτρα…Χριστὸς σὲ πρῶτον…Τοὺς τῆς εὐσεβείας ἀ-ληθεῖς κήρυκας…Δόξα, τὸ ἰδιόμελον Ὑβριστὴς καὶ διώκτης τῆς Ἐκκλησίαςγέγονας…Καὶ νῦν…τῆς ἑορτῆς Ἀγνοοῦντα τὰ ἔθνη Κύριε…Ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Ἐν μὲν τῇ α΄ καί Ϟ΄ ὥρα, Δόξα…ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ
Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Ἐν δὲ τῇ γ΄ καὶ θ΄ ὥρα, Δόξα…τό ἀπολυτίκιον τῶν Ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτοθρόνοι…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον δὲ πασῶν τῶν ὡρῶν, τὸ κοντάκιον μόνον τῆς ἑορτῆς·Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε

Εἰς τὴν Λειτουργίαν          


Τὰ τυπικά. Ἐν δὲ τοῖς μακαρισμοῖς, ἐκ μὲν τοῦ α΄ καὶ τοῦ β΄ κανόνος τῆς ἑορτῆς, ἡ γ΄ ᾠδὴ σὺν τῷ εἱρμῷ, ἀμφότεραι εἰς Ϟ΄ τροπάρια, καί ἐκ δὲ τοῦ κανόνος τῶν Ἀποστόλων, ἡ Ϟ΄ ωδή, εἰς Ϟ΄ τροπάρια. Εἰσοδικὸν τὸ·Ὑψώθητι Κύριε ἐν τῇ δυνάμει σου· ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα τὸ ἀπολυτικὸν τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…τῶν Ἀπο-στόλων Οἱ τῶν Ἀποστόλων πρωτοθρόνοι…Δόξα…τὸ κοντάκιον τῶν Ἀποστόλων Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκαςΚαὶ νῦν…τὸ κον-τάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε…Τρισάγιον. Προκείμενον καὶ ἀλληλουϊάριον τῶν Ἀποστόλων. Ἀπόστολος καὶ εὐαγγέλιον τῶν Ἀποστόλων. Ἀπόστολος·  Ἐν ᾧ δ’ ἄν τις τολμᾷ…(Κορ. ια΄ 21-33, ιβ΄ 1-9), ὁ ζήτει τῇ κθ΄ Ἰουνίου και Εὐαγγέλιον· Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας…(Κεφ. ιϞ΄. 13-19) ὁ ζήτει τῇ κθ΄ Ἰουνίου. Εἰς τὸ Ἑξαιρέτως, ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ α΄ κανόνος τῆς ἑορτῆς· Μὴ τῆς φθορᾶς…Κοινωνικὸν· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ…καί· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν…Ἀντὶ τοῦ· Εἴδομεν τὸ φῶς…τὸ· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶνΜετὰ τὴν ὀπισ-θάμβωνον εὐχήν, τὸ· Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄. Δόξα…Καὶ νῦν…οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις μετὰ τοῦ χαρακτηριστικοῦ τῆς ἑορτῆς. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου